Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.41 | Dem. 23.45 (English) | >>Dem. 23.48 |
23.43καὶ γὰρ “ἄν τις αἴτιος ᾖ ” γέγραπται , ἔσει δʼ αἴτιος τὴν διὰ τοῦ ψηφίσματος ἐξουσίαν δεδωκώς . οὐκοῦν εἰ μὲν ἐάσομεν ὑμᾶς τούτων συμβάντων , οὐ καθαροῖς οὖσιν ὁμοῦ διατρίψομεν · εἰ δʼ ἐπέξιμεν , οἷς ἐγνώκαμεν αὐτοὶ τἀναντία πράττειν ἀναγκασθησόμεθα . ἆρά γε μικρὸν ἢ τὸ τυχόν ἐστιν ὑπὲρ οὗ δεῖ λῦσαι τὸ ψήφισμʼ ὑμᾶς ;
λέγε δὴ τὸν μετὰ ταῦτα νόμον .ἐάν τίς τινα τῶν ἀνδροφόνων ” φησὶ “τῶν ἐξεληλυθότων , ὧν τὰ χρήματα ἐπίτιμα .” τῶν ἐπʼ ἀκουσίῳ φόνῳ λέγει μεθεστηκότων . τῷ τοῦτο δῆλον ; τῷ τʼ “ἐξεληλυθότων ” εἰπεῖν , ἀλλὰ μὴ φευγόντων , καὶ τῷ διορίζειν “ὧν τὰ χρήματα ἐπίτιμα ·” τῶν γὰρ ἐκ προνοίας δεδήμευται τὰ ὄντα .
23.46περὶ μὲν δὴ τῶν ἀκουσίων ἂν λέγοι . λέγει δὲ τί ; “ἐὰν πέρα ὅρου ” φησὶν “ἐλαύνῃ ἢ φέρῃ ἢ ἄγῃ .” τοῦτο δʼ ἐστὶν τί , τὸ “πέρα ὅρου ;” ἔστι πᾶσιν ὅρος τοῖς ἀνδροφόνοις τῆς τοῦ παθόντος εἴργεσθαι πατρίδος . ἐκ μὲν δὴ ταύτης δίδωσιν ἐλαύνειν καὶ ἄγειν , πέρα δʼ οὐκ ἐᾷ τούτων οὐδέτερον ποιεῖν . ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ , τὴν αὐτὴν ἔδωκεν ὑπὲρ αὐτοῦ δίκην ἥνπερ ἂν εἰ μένοντʼ ἠδίκει οἴκοι , γράψας ταὔτʼ ὀφείλειν ἅπερ ἂν οἴκοι δράσῃ .
23.44
Νόμος
ἐάν τίς τινα τῶν ἀνδροφόνων τῶν ἐξεληλυθότων ,ὧν τὰ χρήματα ἐπίτιμα ,πέρα ὅρου ἐλαύνῃ ἢ φέρῃ ἢ ἄγῃ ,τὰ ἴσα ὀφείλειν ὅσα περ ἂν ἐν τῇ ἡμεδαπῇ δράσῃ .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.41 | Dem. 23.45 (English) | >>Dem. 23.48 |